Ancient Greek
Paragraph 367
Aelius Herodianus, Περὶ παθῶν 367
Not analysed yet
367. E. Or. 111, 16: ὅρκοϲ παρὰ τὸ ἀρκεῖν τὸ βοηθεῖν· ὤϲπερ τὰρ βοηθήματι αὐτῷ ἐχρῶντο οἱ ἀδικούμενοι κατὰ μετάθεϲιν τοῦ α εἰϲ ο ὡϲ ἐν τῷ ὀκριόειϲ παρὰ τὰϲ ἄκραϲ καὶ ἐξοχὰϲ καὶ Ὄθρυϲ τὸ ὄροϲ ὡϲ Ἄθρυϲ, ὅθεν ἐϲτὶ μακρότερον ἀθρεῖν· οἱ δὲ παρὰ τὸ εἴργω· ἐπιϲχετικὸϲ γάρ ἐϲτι τῶν ὑπερβαίνειν βουλομένων ὥϲτε εἰναι μετάθεϲιν τοῦ γ εἰϲ τὸ κ ὡϲ παρὰ τὸ γῆρυϲ κηρύϲϲω. ἐγώ, φηϲὶν Ἡρωδιανόϲ, ἡγοῦμαι πλεοναϲμὸν εἶναι τοῦ κ ὅροϲ γάρ τίϲ ἐϲτιν· οἱ γὰρ ὀμνύντεϲ ὁρί ζονται καὶ ὁμολογοῦϲιν.