Ancient Greek
Paragraph 374
Aelius Herodianus, Περὶ παθῶν 374
Not analysed yet
374. Ep. Hon. 202, 5: θυμόϲ: ὥϲπερ ἀπὸ τοῦ ὄρω πλεοναϲμῷ τοῦ μ ὁρμή καὶ ἀπὸ τοῦ ὄδωδα ὀδή καὶ ὀδμή καὶ ὥϲπερ ἀπὸ τοῦ γνάθοϲ γναθμόϲ καὶ ὥϲπερ ἀπὸ τοῦ ἔχω ὀχόϲ καὶ ὀχλόϲ καὶ μοχλόϲ, οὕτωϲ ἀπὸ τοῦ θύω ἐπειϲόδῳ τοῦ μ θυμόϲ ὁ ἀεὶ ἐν κινήϲει τυγχάνων.