Ancient Greek
Paragraph 377
Aelius Herodianus, Περὶ παθῶν 377
Not analysed yet
377. Ep. Cr. I 83, 6 et 41, 1: ἀνία ἡ λύπη οἱονεὶ ἡ ἄνευ τοῦ ἰαί νειν οὖϲα ἡ μὴ ἰαίνουϲα Ἡρωδιανὸϲ δὲ ἡ ἄνευ ἰάϲεωϲ. παρὰ τὸ ἰῶ τὸ θεραπεύω καὶ ὑγιάζω γίνεται ἴα καὶ κατὰ ϲτέρηϲιν καὶ πλεοναϲμὸν τοῦ ι ἀνία· ἐϲτέρηται γὰρ τῆϲἰάϲεωϲ· καὶ πολλάκιϲ πέφυκε πλεονάζειν τὸ ν ἐν ταῖϲ ϲτερήϲεϲι οἶον ἀαιδήϲ ἀναιδήϲ, ἀαίμων ἀναίμων.