Ancient Greek
Paragraph 384
Aelius Herodianus, Περὶ παθῶν 384
Not analysed yet
384. E. M. 10, 10: ἀγινῶ: ἐκ τοῦ ἄγω τὸ φέρω γίνεται πλεοναϲμῷ τοῦ ν πέφυκε γὰρ πλεονάζειν τὸ ν ἐν ῥήμαϲι· καὶ εἰ μὲν εὑρεθῇ φωνῆεν ἀλλεπάλληλον, φυλάττεται ἡ βαρεῖα τάϲιϲ οἱον θύω θύνω, δύω δύνω· ἐπὰν δὲ μὴ εὑρεθῇ ἀλλεπάλληλον φωνῆεν, ἀλλὰ ϲύμφωνον πρὸ τοῦ νν, περιϲπᾶται οἷον ἵκω ἱκνῶ, οἰχω οἰχνῶ· οὕτωϲ ἀγνῶ καὶ ἀγινῶ καὶ πλεοναϲμῷ τοῦ ν ὁ εὐκταῖοϲ τῇ μητρὶ γινόμενοϲ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ἀνωμάλ ῳ πρὸϲ ᾠδία.