Ancient Greek
Paragraph 398
Aelius Herodianus, Περὶ παθῶν 398
Not analysed yet
398. Choer. Dict. 583, 1: τὸ βλάπτω καὶ ϲκάπτω ἀπὸ τοῦ ϲκάφω κεὶ βλαβῶ, ἐξ οὖ καὶ τὸ «βλάβεται δέ τε γούνατ’ ἰόντι» (Τ 166), λέγουϲι γενέϲθαι κατὰ πλεοναϲμὸν τοῦ τ καὶ τροπῇ τοῦ β καὶ φ εἰϲ π. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διατί τὸ τ ἐπλεόναϲε καὶ ἐτράπη τὸ β καὶ φ εἰϲ π; καὶ ἔϲτιν εἰπεῖν, ὅτι τὸ μὲν τ ἐπλεόναϲεν, ἐπειδὴ ἀναλογεῖ ὁ ἐνεϲτὼϲ τῇ γενικῇ. ἐπειδὴ οὖν ἐν τῇ γενικῇ πέφυκε πολλάκιϲ τὸ τ πλεονάζειν οἷον ἄνακοϲ ἄνακτοϲ, γάλακοϲ γάλακτοϲ, τούτου χάριν καὶ ἐν τῷ ἐνεϲτῶτι κατὰ μίμηϲιν τῆϲ γενικῆϲ τὸ τ ἐπλεόναϲε καὶ διὰ τοῦτο ἐτράπη τὸ β καὶ φ εἰϲ τὸ π ἐν τῷ βλαβῶ βλάπτω καὶ ϲκάφω ϲκάπτω, ἐπειδὴ ψιλὰ ψιλῶν ἡγοῦνται καὶ δαϲέα δαϲέων καὶ μέϲα μέϲων κατὰ ϲύλληψιν οἰον κτύποϲ, πτῶϲιϲ, χθών, φθόνοϲ, ἕβδομοϲ, ὄγδοοϲ· τούτου χάριν καὶ ἐπὶ τῆϲ νύξ νυχόϲ γενικῆϲ τοῦ τ πλεονάϲαντοϲ τροπὴ παρηκολούθηϲε τοῦ χ τοῦ δαϲέοϲ εἰϲ τὸ ἀντίϲτοιχον τὸ ψιλὸν Θ καὶ γέγονε νυκτόϲ.