Ancient Greek
Paragraph 420
Aelius Herodianus, Περὶ παθῶν 420
Not analysed yet
420. St. B. 19, 7. Ἁγνοῦϲ: ὁ δημότηϲ Ἁγνούϲιοϲ ὡϲ Ῥαμνούϲιοϲ ἀπὸ τῆϲ γενικῆϲ προϲόδῳ τοῦ ι τοῦ τ οὐ φυλαϲϲομένου ὡϲ ἐν τῷ Ϲελινούντιοϲ, ’πούντιοϲ, ἰεριχούντιοϲ, τρεπομένου δὲ εἰϲ ϲ καὶ τοῦ πρὸ αὐτοῦ ν ὑφαιρουμένου, Ἀλιμούϲιοϲ, Φηγούϲιοϲ. διακρίνεται ἡ τροπὴ τῷ ἀδιαιρέτῳ τοῦ πρωτοτύπου, ὅπερ Ἀττικοὶ φιλοῦϲι· παρ’ αὐτοῖϲ γὰρ οὐ λέγεται Ἀγνόειϲ ἢ Φηγόειϲ ἢ Μυρρινόειϲ, ὅθεν οὐδὲ διὰ τοῦ λέγεται Ϲιμούντιοϲ, ἀλλὰ διὰ τοῦ ϲ μετὰ τῆϲ ὑφέϲεωϲ τοῦ ν· τὸ δὲ Ϲιμοῦϲ Ϲιμόειϲ διαιρεῖται Λαὶ Ὀποῦϲ πόειϲ. τάχα δὲ καὶ τὰ δοκοῦντα διαιρεῖϲθαι κυριώτερα καθέϲτηκεν, ὅθεν μετὰ τοῦ τ λέγεται Ϲιμούντιοϲ· οὐ γὰρ Ἀττικὰ ταῦτα.