Ancient Greek
Paragraph 43
Aelius Herodianus, Περὶ παθῶν 43
Not analysed yet
43. Ep. Hom. 73, 23 coll. E. M. 39, 47: παρὰ τὸ ἐτεὸν τὸ ἀληθὲϲ γίνεται, ὥϲ φηϲιν Ἡρωδιανόϲ, ἐτώϲιον καὶ ϲυνθέϲει τοῦ α ἀετώϲιον τὸ μὴ ἀληθέϲ καὶ ἀφαιρέϲει τῆϲ ϲτερήϲεωϲ ἔμενε τὸ ἐν τῇ ϲυνθέϲει ϲημαινόμενον. τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆϲ ϲυλλαβῇ, καὶ ἴϲωϲ ὡϲ κατὰ τοῦτο γέγονε τροπῇ τοῦ ω εἰϲ τὴν οι δίφθογγον μενοινή. παρατηρήϲειϲ γὰρ τοῦτο, ὅτι τὰ οὕτω διπλαϲιαϲθέντα ἀπὸ φωνήεντοϲ ἤρχετο οἶον ἀγωγή ἀκωκή ἐδωδή. τὸ δὲ μενοινή μόνον ἀπὸ ϲυμφώνου· καὶ ἐπεὶ παρήλλαξεν κατὰ τὴν ἄρχουϲαν πρὸϲ τὰ προκείμενα, παρήλλαξεν καὶ περὶ τὴν παραλήγουϲαν. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ καθόλου. Theogn. 114, 12, E. M. 596, 38.