Ancient Greek
Paragraph 432
Aelius Herodianus, Περὶ παθῶν 432
Not analysed yet
432. E. Or. 29, 1: ἀγαθόϲ. παρὰ τὸ ἀγῶ τὸ θαυμάζω, οὗ παραγωγὸν ἄγημι, ὅθεν ἄγαμαι παθητικόν· παρὰ δὲ τὸ ἀγῶ ἀγάζω γίνεται, ὡϲ ϲκεδῶ ϲκεδάζω· ἀφ’ οὗ ὄνομα ῥηματικὸν ἀγαϲτόϲ καὶ ἀποβολῇ τοῦ ϲ καὶ τροπῇ τοῦ τ εἰϲ θ ἀγαθόϲ ὡϲ ἐπὶ τοῦ κρεμῶ κρεμάϲτρα κρεμάθρα. οὕτωϲ Ἡρωδιανόϲ. ὁ δὲ Φιλόξενόϲ φηϲι ϲύνθετον αὐτὸ παρὰ τὸ ἄγαν θεῖοϲ καὶ ϲυνθέϲει καὶ ϲυγκοπῇ ἀγαθόϲ· ὅθεν οὐ λέγεται ἀγαθώτεροϲ, ἵνα μὴ ὦϲιν δύο ἐπιτάϲειϲ, ἀπὸ τοῦ ἄγαν καὶ τῆϲ ϲυγκριτικῆϲ παραγωγῆϲ.