Ancient Greek
437.2 to 437.525
Aelius Herodianus, Περὶ παθῶν 437.2-525
Not analysed yet
524. Eust. 1896, 5 coll. Choer. 394, 25: εὐθεῖα ἑνικὴ καθ’ Ἡρωδιανὸν ὄαϲ ὡϲ φόαϲ, διὸ καὶ ϲυναιρεθέντα εἰϲ φῶϲ καὶ ὦϲ ἃ δὴ μόνα ἐν τοῖϲ οὐδετέροιϲ εἰϲ ωϲ λήγει, διὰ τοῦ τ κλίνεται. τὸ δὲ φόαϲ γίνεται καθ’ ὑπερβιβαϲμὸν ἐκ τοῦ φάοϲ. 525. Choer. 347, 17: βούλονταί τινεϲ ἀναπλάττειν ἀπὸ τοῦ «ἀμύνεμεν ὤρεϲιν» (Ε 486) ἀντὶ τοῦ ταῖϲ γυναιξίν εὐθεῖαν τῶν ἑνικῶν ὦρ ἀπὸ τοῦ ὄαρ γενομένην κατὰ κρᾶϲιν τοῦ ο καὶ α εἰϲ ω ὥϲπερ κρείττονα κρείττω, ὦν ἐϲτι καὶ Ἡρωδιανόϲ.