Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.525a
Not analysed yet
525a. II. Pr. Β 2e2. ἐχρῆν μὲν τὸ Πυθώ περιϲπᾶϲθαι, ἐπειδή περ Πυθόα ἐϲτί, καὶ τοῦτο ἀπῄτει ἡ ϲυναλοιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπέϲτραπται τὸν περιϲπώμενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ γοῦν καὶ τοῦ χρυϲοῦϲ περιϲπωμένου τὸ δυϊκὸν ὀξύνομεν· —δεύτεροϲ δὲ λόγοϲ ἀληθήϲ ἐϲτιν, ὅτι εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνοϲ οὖϲα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντωϲ καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται οἱ ταχεῖϲ —τοὺϲ ταχεῖϲ. εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται πάντωϲ καὶ ἡ αἰτιατική. διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ μὴ κρατούμεναι ὑπὸ τῆϲ ϲυνεμπτώϲεωϲ κατὰ τὴν εὐθεῖαν περιϲπῶνται, κατεχόμεναι τῷ λόγῳ τῆϲ ϲυναλοιφῆϲ, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆροϲ· ἡ δὲ Λητώ καὶ Πυθώ καθάπερ κατεχόμεναι ὑπὸ τῆϲ ϲυνεμπτώϲεωϲ τῆϲ φωνῆϲ κατέχονται καὶ τῷ τόνῳ.