Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.455
Not analysed yet
455. E. M. 381, 22 (Ep. Cr. 1 137, 6). ἔϲϲεται. τετραχῶϲ προφέρεται· ἔϲεται δι’ ἑνὸϲ ϲ κοινῶϲ, ἔϲϲεται διὰ δύο ϲϲ ποιητικῶϲ· οἱ γὰρ Ϲικελοὶ τὰ ἐπὶ μελλόντων ῥήματα, προηγουμένων βραχέων φωνηέντων, διπλαϲιάζουϲι τὸ ϲ, τελέϲϲω λέγοντεϲ· ὁμοίωϲ καὶ τὸ ἔϲω ἕϲϲω. ἐκ τοῦ ἔϲεται γίνεται ϲυγκοπῇ ἔϲται. λέγεται καὶ ἐϲϲεῖται Δωρικῶϲ Ἰλιάδοϲ B (393) «οὔ οἱ ἄρκιον ἐϲϲεῖται φυγέειν κύναϲ». τοῦ δὲ ἐϲϲεῖται ὁ κανών· ἐπὶ τῶν μέϲων μελλόντων οἱ Δωριεῖϲ παρεντιθέντεϲ τὸ ι προπεριϲπωμένωϲ προφέρουϲιν οἷον πλευϲεῖται, ῥευϲεῖται, ἐϲϲεῖται.