Ancient Greek
437.456 to 437.455a
Aelius Herodianus, Περὶ παθῶν 437.456-455a
Not analysed yet
456. Choer. Dict. 608, 12. ὁ πρῶτοϲ ἀόριϲτοϲ ἢ φύϲει μακρᾷ θέλει παραλήγεϲθαι οἶον ἐποίηϲα ἐϲτεφάνωϲα, ἐδάνειϲα, ἢ θέϲει μακρᾷ οἷον ἔνυξα, ἔπλιξα, ἔγραψα, ἔκοψα ἢ καὶ φύϲει καὶ θέϲει μακρᾷ οἷον ἤλειψα ἤμειψα, ὅθεν ἀναλογώτεροί εἰϲιν οἱ ποιηταὶ ἐπὶ τῶν ἐχόντων ἕν c καὶ βραχὺ παραληγομένων ἀναδιπλαϲιάζοντεϲ τὸ ϲ οἷον ἐτέλεϲα ἐτέλεϲϲα, ἐϲύριϲα ἐϲύριϲϲα, ἐγέλαϲα ἐγέλαϲϲα, ἵνα εὑρεθῇ μακρὰ ἡ παραλήγουϲα. 457. Ep. Cr. I 218, 18: κονίῃϲι. ἡ διὰ τοῦ ϲι ἐπέκταϲιϲ εἰ μὲν ἔχει δύο ϲϲ, ἕν τὸ φωνῆεν θήρεϲϲι, κύνεϲϲι, εἰ δὲ δύο φωνήεντα, ἕν τὸ ϲ 455a. Arcad. 76, 15: τὸ κάϲϲοϲ ἀπὸ τοῦ κάϲοϲ γίνεται κατὰ πλεοναϲμὸν τοῦ ϲ. ἀνθρώποιϲιν Ἀλχαιοῖϲιν καὶ «ἐϋξέϲτῃϲ ἐλάτῃϲι »(H 5)καὶ κονίῃϲι κὰδ δ’ ἔπεϲ’ ἐν κονίῃϲι μακών» (Π 469). ἔρρωται ὁ κανών χωρὶϲ εἰ μὴ μέτρον βιάϲαιτο ὡϲ ἐν τῷ «παρ’ οἴεϲιν ἢ παρὰ βουϲίν »(ο 386) «αἴγεϲιν ἢ ὀΐεϲϲι »(Κ 486).