Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.464a
Not analysed yet
464a. II. Pr. Ε 256. ἔθοϲ Ὁμήρῳ τὰ τῆϲ δευπτέραϲ ϲυζυγίαϲ κατὰ τὸ ϲιν; καὶ τί διαφέρει διαίρεϲιϲ πλεοναϲμοῦ; ὅτι ὁ μὲν πλεοναϲμὸϲ τὸν οἰκεῖον τόνον φυλάττει, ὥρων ἑώρων, ἥνδανε ἑήνδανε· τὸ δὲ φόωϲ, ἐπειδὴ τὸν οἰκεῖον τόνον οὐκ ἐφύλαξεν, δηλονότι διαίρεϲιν ἔπαθεν. δεύτερον καὶ τρίτον πρόϲωπον πολλάκιϲ διαλύειν εἰϲ δύο αα, ων τὸ μὲν πρότερον ϲυνεϲταλμένον ἐϲτί, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ ϲὺν τῷ ι γραφόμενον, ὁρᾶϲ «οὐχ ὁράᾳϲ οἷοϲ κἀγώ (Ιl. φ 108) καὶ ἐπὶ τοῦ τρίτου «ἰϲχανάᾳ δοκέειν» (ΙΙ. P 572) καὶ ἐκπεράᾳ μέγα λαῖτμα (0d. ι 323) οὐκ ἐάᾳ Κρονίδηϲ »(Ιl. Θ 414).