Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.464b
Not analysed yet
464b. II. Pr. Z 268: εὐχετάαϲθαι: Ἀρίϲταρχοϲ τὸ δεύτερον α ϲυϲτέλλει, καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἄλλοι δὲ ἐκτείνουϲιν, οὐχ ὑγιῶϲ. ὅϲα γὰρ εἰϲ θαι λήγει ἀπαρέμφατα μὴ κατ’ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλουϲ ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τέλουϲ βραχύνεϲθαι, λέγεϲθαι, τίθεϲθαι, ῖϲταϲθαι, κίχραϲθαι, πίμπραϲθαι. ὅϲα δὲ πρὸ τέλουϲ ἔχει φύϲει μακρὰν προπεριϲπᾶϲθαι θέλει, νικᾶϲθαι, φιλεῖϲθαι· τὰ γὰρ τοιαῦτα, δίζηϲθαι, φίληϲθαι, ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντεϲ ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάαϲθαι, πάντωϲ καὶ προπεριϲπῶϲιν· εἰ δὲ δεδώκαϲι τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν, δώϲουϲι καὶ τὴν παραλήγουϲαν βραχυνομένην. οὕτωϲ οὖν πάντα τὰ τοιαῦτα ἀναγνωϲτέον· «ἀλλ’ ἤτοι ϲε γυναῖκαϲ ἐγὼ δεδάαϲθαι ἄνωγα »(Od. π 316) «ἐν μεγάροιϲι δ’ ἕκητι ϲέθεν κακὰ μηχανάαϲθαι» (Od. γ 213), «ἄλλα τε μέν ϲε καὶ αἰτιἀαϲθαι ἄνωγα »(Ιl. K 210), καὶ ἑδράαϲθαι ἄνωγον »(Od. γ 35), «μήτε μνάαϲθαι ἄκοιτιν» (Od. α 39).