Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.466
Not analysed yet
466. Ep. Cr. I 168, 15: ἑάφθη: Ἀμμώνιοϲ μὲν οὖν παρὰ τὸ ἐῶ φηϲὶν ἐάθη καὶ πλεοναϲμῷ τοῦ φ ἑάφθη ὡϲ ἐν τῷ ϲιφλόϲ, ϲίλλοϲ γάρ, καὶ παρὰ τὸ ϲύρω ϲυρετόϲ καὶ ϲυρφετόϲ οἱονεὶ ἐκ τῆϲ ϲεϲυρμένηϲ ὕληϲ οὐϲία, ἀλλὰ τὸ ἐῶ ῥῆμα τὴν ὑπὸ ἐμψύχων ἔφεϲιν ϲημαίνει «οὐκ ἐάϲουϲιν ἐμοὶ δοῦναι» (φ 223), «οὐδ’ εἴα κλαίειν »(H 427), «οὐδὲ μὲν οὐδ ἔμ’ ἔαϲκεϲ» (Ι 295) ἐφίηϲι γάρ τίϲ τινι· τὸ δ’ «ἐπ’ αὐτῷ ἀϲπὶϲ ἑάφθη ὑπό τινοϲ ἀψύχου. Ἀρίϲταρχοϲ οὖν ἕπώ τι ὑποτίθεται ῥῆμα, ἀφ’ οὗ τὸ ἕπομαι, ὁ παθητικὸϲ ἀόριϲτοϲ εἵφθην, τὸ τρίτον εἵφθη καὶ κατὰ διάϲταϲιν ἑάφθη δαϲέωϲ. ἐπιφέρει οὖν αὐταῖϲ λέξεϲιν οἷον «ἐφέϲπετο καὶ ἐπηκολούθηϲεν ». ἔϲτιν οὖν πρώτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων. πῶϲ δὲ ἡ ει δίφθογγοϲ εἰϲ τὸ ἑ καὶ τὸ α διῃρεῖτο, καί φηϲι Τρύφων ὅτι ἐπειδὴ οὖν, φηϲί, ταῦτα ἡμαρτήθηϲαν κατὰ τοῦτο, φημὶ τὸ μὴ διαλύεϲθαι, τούτου χάριν καὶ ἐν ταῖϲ προϲτακτικοῖϲ κατὰ τὸν τόνον ἡμαρ-τήθηϲαν καὶ ὠξυτονήθηϲαν.