Ancient Greek
437.464e to 437.465a
Aelius Herodianus, Περὶ παθῶν 437.464e-465a
Not analysed yet
464e. IΙ. Pr. 221: ἄπρηκτόν γε νέεϲθαι. τουτέϲτι πορεύεϲθαι. οὕτωϲ Ἀρίϲταρχοϲ. Δημήτριοϲ δὲ γενεέϲθαι ἀντὶ τοῦ γενήϲεϲθαι, βιαίωϲ πάνυ· οὐδὲ γὰρ τὸ πυθέϲθαι πυθεέϲθαι γίνεται οὐδὲ τὸ λαβέϲθαι λαβεέϲθαι, ῖνα καὶ τὸ γενέϲθαι γενεέϲθαι γένηται. 464f. Schol. Od. ε 377. ἀλόω διαίρεϲίϲ ἐϲτι τοῦ ἀλῶ. 465a. II. Pr. Θ 557: πρώονεϲ ὡϲ ϲώφρονεϲ. τὸ γὰρ πρῶνεϲ πληθυντικὸν διῃρέθη καὶ εἰϲ ὀξεῖαν καὶ βαρεῖαν ἡ περιϲπωμένη μετηνέχθη.