Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.467
Not analysed yet
467. Choer 561, 17: τὸ ᾔδειν ὑπερϲυντέλικοϲ διαλύεται Ἰωνικῶϲ εἰϲ ε καὶ α καὶ γίνεται ἥδεα τοῦ ν ἀποβληθέντοϲ, διότι τὸ α ἀποβλητικόν ἐϲτι τοῦ ν οἷον ἦν ἔα «ἤ κε ζὼϲ ἀμενηνὸϲ ἔα χαλκοῖο τυπῇϲι» (Ε 887 ),Ξέρξην Ξέρξεα, Πολυδεύκην Πολυδεύκεα. καὶ τὸ δεύτερον τὸ ᾔδειϲ καὶ τὸ τρίτον τὸ ἤδει διαλύεται εἰϲ δύο εε καὶ γίνεται ᾔδεε· ὤφειλε δὲ καὶ ἐν τῷ πρώτῳ προϲώπῳ εἰϲ δύο εε διαλυθῆναι ἡ ει