Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.466a
Not analysed yet
466a. Io. Al. 4 ,28: τὸ Μηδέϊα παρὰ Ϲαπφοῖ τὴν ει δίφθογγον διεῖλεν. Mon. 14, 11: Νεῖλοϲ: Nέϊλοϲ κατὰ διάλεκτον. ?καὶ τὸ ταχεῖϲ ταχέαϲ ἐγένετο, ὅπερ ἀδύνατον· τὸ γὰρ ταχεῖϲ ἐκ τοῦ ταχέαϲ ϲυνείληπται· τὸ δὲ ε καὶ α ἐκ τοῦ η διαιρεῖται οἷον ἤγη ἐάγη «ἐν καυλῷ δ’ ἐάγη» (N 162), ἤλη «Αἰνείαϲ δ’ ἐάλη (278), ἧδον ἕαδον, οὕτωϲ οὖν ἥφθη ἑάφθη ὤφειλε. καὶ γὰρ τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα καὶ εἰϲ τὸ η κινεῖται καὶ εἰϲ τὴν ει δίφθογγον ,ἐλέγχω ἤλεγχον καὶ ἕρπω εἷρπον. εἰ οὖν ἕπω, ὤφειλε τὸ παθητικὸν διὰ τοῦ η ἥφθην καὶ ἐν διαϲτάϲει ἑάφθη ἀλλ’ οὐ πάντα τὰ ἀπὸ τοῦ η ἀρχόμενα εἰϲ ε καὶ α διίϲτανται, ἀλλ’ ὧν τὰ θέματα ἀπὸ τοῦ α ἄρχεται ἢ η, οὐκ ἀπὸ τοῦ ε ἕπω δὲ τὸ θέμα· ἡ δὲ ει δίφθογγοϲ, ἐὰν διίϲτηται, ἢ εἰϲ δύο εε διίϲταται οἰον εἶρτο «αὐτὰρ ἠλέκτροιϲιν ἔερτο »(ο 459), εἶργε «ἐκτὸϲ ἔεργε Νῆα »(μ 219), ἢ εἰϲ ε καὶ οἷον ἐΐϲκω ἀρνειῷ μιν ἔγωγε ἐΐϲκω» (Γ 197). ἐχρῆν ἢ ἑέφθη ἢ ἑΐφθη· ἀλλ’ ἔϲτι μονῆρεϲ τὸ πάθοϲ καὶ οὐδὲν αὐτῷ ὅμοιον.