Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.469
Not analysed yet
469. Ep. Cr. I 399, 3: τευ: ὥϲ τέ τευ ἢ παρὰ πάμπαν ἀνείμονοϲ ἠὲ πενιχροῦ» (Od. γ 348) τὸ τευ ὄνομα νῦν ἀόριϲτον, τὸ δὲ «τεῦ δμώϲ εἰϲ ἀνδρῶν; τεῦ δ’ ὄρχατον» (ω 257) πυϲματικόν ἐϲτι. τὸ μὲν οὖν πρῶτόν ἐϲτι τοῦ, ὅπερ ϲύνηθεϲ Ἀττικοῖϲ, ὃ κατὰ διάλυϲιν τέο «τέο μέχρι ὀδυρόμενοϲ» (Ω 128), ϲυναλειφόμενον δὲ γίνεται τεῦ ὡϲ ἐμοῦ ἐμεῦ, ϲοῦ ϲεῦ ἐκ τοῦ ἐμέο καὶ ϲέο· τὸ τεοῦ τετόλμηκεν Ἀρχίλοχοϲ τεοῦ χολούμενοϲ »(fr. 93 B) εἰπεῖν ἀντὶ τίνοϲ. ἡ δοτικὴ τέῳ καὶ τὸ ἀόριϲτον αὐτοῦ ὅτεῳ καὶ ἐπὶ γενικῆϲ «ὅττεό ϲε χρή »(α 124). τοῦτο τὸ ὄνομα αἰτιατικήν καὶ ὀρθὴν οὐκ ἔχει· ὡϲαύτωϲ καὶ ἐπὶ τῶν πληθυντικῶν κοτέων τε πόλιν καὶ γαῖαν ἱκάνω» (κ 39) καὶ »ὁτέοιϲιν» (0 491).