Ancient Greek
437.470 to 437.471
Aelius Herodianus, Περὶ παθῶν 437.470-471
Not analysed yet
470. Choer. 663, 4 :οὐδέποτε ὁ μέλλων ὁριϲτικὸϲ διαλύεται, ἄρα οὖν γαμέω καὶ τελέω ἐντέλειαί ἐϲτιν ἐνεϲτῶτοϲ τοῦ γαμῶ καὶ τελῶ. εἰϲὶ δὲ ἐνεϲτῶτεϲ ἀντὶ μελλόντων· πρόϲκειται «ὁριϲτικόν »,ἐπειδὴ τὸ εὐφρα- 470a. Mon. 10, 7: τὰ εἰϲ ων περιϲπώμενα, εἰ λέγοιτο ἐν πλείοϲι ϲυλλαβαῖϲ, διὰ τοῦ ο λέγεται, Δημοφόων, Καλλίμαχοϲ «νυμφίε Δημοφόων, ἄδικε ξένε »,Καλλικόων, Εὐφορίων κακώτερε Καλλικόωντοϲ »Ἱπποθόων, Εὔμολποϲ Δόλιχόϲ τε καὶ Ἱπποθόων μεγάθυμοϲ ». τὸ μέντοι Ποϲειδῶν ἢ Ποϲειδέων ἢ Ποϲειδάων. 470b. Il. Pr, 65: δῃῶν: περιϲπαϲτέον, ἐπεὶ καὶ ἐν ἑτέροιϲ λέγει κατὰ διαίρεϲιν ϲὺν τῷ ο ἔγχει δηιόων »(Ιl. Ϲ 195). νέειν ἀπαρέμφατον γίνεται κατὰ διάλυϲιν «εύφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν» (Ε 688). 471. Choer. 585, 3: ἤϊα. εἴω τὸ πορεύομαι· ὁ μέϲοϲ παρακείμενοϲ εἶα καὶ κατὰ ἔκταϲιν Ἀττικὴν τοῦ ε εἰϲ η ᾖα διὰ τοῦ η καὶ κατὰ διάλυϲιν τοῦ ἤϊα ὡϲ παρὰ τῷ ποιητῇ ἤια πολλὰ θεοὺϲ γουνούμενοϲ »(δ 433), οὗ τὸ τρίτον πρόϲωπον ἤϊε «ὁ δ’ ἤϊε νυκτὶ ἐοικώϲ »(Α 47).