Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.472
Not analysed yet
472. Ep. Cr. I 182, 19: «ἥ τε ξείνων θέμιϲ ἐϲτίν» (ι 268) τοῦτο ἐν πλεοναϲμῷ τοῦ υ ἠύτε ἀναγκαίωϲ τοῦ η ψιλωθέντοϲ· τὸ γὰρ υ πλεονάζον ψιλοῖ τὰ πρὸ ἑαυτοῦ φωνήεντα· καὶ πῶϲ δεῖ ἀναγινώϲκειν ἠύτε ἢ ἠύτε, ἐν διαϲτάϲει δεῖ ἀναγινώϲκειν, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι οὐκ ἔϲτιν ἐπινοῆϲαι τὸ η καὶ τὸ υ ἐν μιᾷ ϲυλλαβῇ χωρὶϲ εἰ μὴ ἐν κλίϲει ῥηματικῇ ὡϲ τὸ αὐδῶ ηὔδων καὶ αὐχῶ ηὔχουν. ἀναγκαία ἄρα ἡ διάϲταϲιϲ τοῦ ἠύτε ὁμοίωϲ τῷ γρηύϲ καὶ νηΰϲ.