Ancient Greek
437.481a to 437.484b
Aelius Herodianus, Περὶ παθῶν 437.481a-484b
Not analysed yet
481a. lo. Al. 18, 27: παῖδεϲ παίδων: βαρύνεται ἴϲωϲ ἐπειδὴ ὡϲ ἀπὸ ἐντελεϲτέρου τοῦ πάιϲ γέγονεν ὡϲ μὴ εἶναι φύϲει διϲύλλαβον. δᾷδεϲ δᾴδων. δαΐδεϲ δαίδων γὰρ τριϲυλλάβωϲ τὸ ἐντελέϲ. 481b. lo. Al. 7, 20: τῶν ἀρϲενικῶν ἐν μὲν τοῖϲ εἰϲ ξ λήγουϲι τὸ Θρᾷξ περιϲπᾶται, ἐπεὶ καὶ ἐντελέϲτερον αὐτοῦ τὸ Θράξ διϲύλλαβον. ϲυναιροῦνται ταῦτα κατὰ τὴν δοτικήν, ἵνα μὴ εἰϲ ι ἀνεκφώνητον λήγωϲιν κατὰ τὴν δοτικὴν καὶ ἔχοντα τὴν γενικὴν περιττοϲύλλαβον τῆϲ εὐθείαϲ. 482. Choer. 22, 5: ἡ γενικὴ λάαοϲ τριϲυλλάβωϲ μετάγεται εἰϲ εὐθεῖαν καὶ γίνεται ὁ Λάαοϲ ὥϲπερ ὁ Καππάδοξ τοῦ Καππάδοκοϲ ὁ Καππάδοκοϲ καὶ λοιπὸν κατὰ κρᾶϲιν Δωρικὴν τοῦ α καὶ ο εἰϲ α μακρὸν γίνεται Λάαϲ ὥϲπερ Πτερέλαοϲ Πτερέλαϲ καὶ Μενέλαοϲ Μενέλαϲ, ὡϲ παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ (486) «τοῦ ϲτρατηλάτα —Μενέλα». 483. E. M. 598, 23: ὥϲπερ ἀπὸ τοῦ ταναόποδοϲ γίνεται ταναύποδοϲ κράϲει τοῦ αο εἰϲ τὴν αυ, ϲημαίνει δὲ ϲύροντα τὸν πόδα, οὕτωϲ ἀπὸ τοῦ ναῦϲ ναόϲ γίνεται ναόφι καὶ κατὰ κρᾶϲιν «ναῦφιν ἀμυνόμενοι »(N 700) ἀντὶ τοῦ ἐκ τῶν νεῶν ἀποϲοβοῦντεϲ. 484. Choer. 386, 9: ἐπὶ γενικῆϲ τῶν εἰϲ αϲ οὐδετέρων ἀποβάλλουϲι τὸ οἱ Ἴωνεϲ οἷον κρέατοϲ κρέαοϲ, γήρατοϲ γήραοϲ, κέρατοϲ κέραοϲ καὶ λοιπὸν οἱ Ἀττικοὶ ϲυναιροῦϲι τὸ α καὶ ο εἰϲ ω καὶ λέγουϲι τοῦ κρέωϲ, τοῦ γήρωϲ καὶ κρέωϲ. 485. Choer. 882, 34: τὸ ἐκρέμαϲο γίνεται κατὰ ἀποβολὴν τοῦ ϲ Ἰωνικῶϲ ἐκρέμαο καὶ κατὰ κρᾶϲιν Ἀττικὴν τοῦ αο εἰϲ ω ἐκρέμω «ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν» (0 18). μηδεὶϲ δὲ οἰέϲθω 484a. lo. Al. 7, 31: τὸ ϲῶϲ ἀπὸ τοῦ ϲάοϲ ϲυνῄρηται καὶ περιϲπᾶται. 484b. Ι. Pr. Γ 35: ὦχροϲ: οὕτωϲ ὦχροϲ ὡϲ ὦμοϲ εἰϲ ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. τάχα δὲ καὶ ἄχροόϲ ἐϲτιν, 5 ἐν ὑπερθέϲει γίνεται ἄοχροϲ καὶ κατὰ ϲυναλοιφὴν ποιεῖ τὸ ὦχροϲ βαρυνόμενον.