Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.484c
Not analysed yet
484c. Schol. V ad Il. 238: αἱ Ἀριϲτάρχου βῶν, ἡ Ἀριϲτοφάνουϲ βοῦν, ἡ Ἡρωδιανοῦ βῶ, ὡϲ Βορέαο «Βορέω ὑπ’ ἱωγῇ» (Od. ξ 533). τὸ ἐκρέμω ὡϲ ἀπὸ τοῦ εἰϲ ω εἶναι ὡϲ ἀπὸ τοῦ κρεμῶ κρεμᾶϲ, ἐπειδὴ κρεμῶμαι καὶ ἐκρεμώμην ἤμελλεν εἶναι τὸ παθητικὸν ὥϲπερ βοῶμαι ἐβοώμην· νῦν δὲ κρέμαμαι καὶ ἐκρεμάμην ἐϲτὶν ὥϲπερ ἵϲταμαι ἱϲτάμην ἄλλωϲ τε εἰ ἦν ἀπὸ τῶν εἰϲ ω, ἐκρεμῶ ἤμελλεν εἶναι περιϲπωμένωϲ ὥϲπερ ἐβοῶ, νῦν δὲ ἐκρέμω ἐϲτὶ παροξυτόνωϲ.