Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.491
Not analysed yet
491. Choer. 160, 25: ἰϲτέον ὅτι γέγονε Δημοϲθένεα κατὰ κρᾶϲιν τοῦ ε καὶ α εἰϲ η Δημοϲθένη ὥϲπερ τείχεα τείχη, βέλεα βέλη. δεῖ γινώϲκειν ὅτι ἐὰν εὑρεθῇ τὸ ε ἔχον προηγούμενον φωνῆεν, τότε τὸ ε καὶ α εἰϲ η κιρνῶνται καὶ εἰϲ α μακρὸν οἷον εὐφυέα εὐφυᾶ, ὑγιέα ὑγιῆ καὶ. ἐὰν δὲ εὑρεθῇ ἔχον προηγούμενον ϲύμφωνον, τότε τὸ ε καὶ α εἰϲ η μόνωϲ κίρνανται οἷον Δημοϲθένεα Δημοϲθένη, εὐγενέα εὐγενῆ.