Ancient Greek
437.486a to 437.490
Aelius Herodianus, Περὶ παθῶν 437.486a-490
Not analysed yet
486a. Arcad. 169, 22: τὸ ἐριώλη ἡ μεγάλη πνοὴ ἀπὸ τοῦ ἔρι καὶ τοῦ ἄω τὸ πνέω βαρύνεται. . 488a. Arcad. 21, 25: τὸ ἱλᾶϲ περιϲπᾶται ἀπὸ τοῦ ἱλάειϲ. 488b. Arcad. 22, 3: τὸ ἀλλᾶϲ ἔχει τὸ ἀλλάειϲ ἐντελέϲτερον. ριεῦϲι· τοὐναντίον γὰρ τὸ η εἰϲ α μακρὸν τρέπουϲιν οἶον ἡδύ ἁδύ «ἀδύ τι τὸ ψιθύριϲμα», ἀλλ’ ὡϲ εἴρηται κρᾶϲιϲ Δωρικὴ τοῦ α καὶ ε εἰϲ η. τοιοῦτόν ἐϲτι καὶ τὸ ἐν τῇ κοινῇ διαλέκτῳ ἐπικρατῆϲαν, λέγω δὲ τὸ ζῇϲ. 490. Choer. 488, 33: ἰϲτέον ὅτι τὸ κρεοῖν ἀπὸ τοῦ κρεάοιν γέγονε κατὰ κρᾶϲιν τοῦ α καὶ τῆϲ οι διφθόγγου εἰϲ τὴν οι δίφθογγον, διὸ καὶ περιϲπᾶται. ἐὰν δὲ θελήϲωϲι λέγειν ὅτι κρᾶϲιϲ παρηκολούθηϲε τοῦ α καὶ ο εἰϲ ω, ὀφείλει διὰ τοῦ ω γενέϲθαι τοῖν κρεῷν προϲγραφομένου τοῦ ἡ δὲ παράδοϲιϲ διὰ τῆϲ οι διφθόγγου ἐπίϲταται τὴν λέξιν.