Ancient Greek
437.491c to 437.491e
Aelius Herodianus, Περὶ παθῶν 437.491c-491e
Not analysed yet
491c. Arcad. 126, 9: τὸ κρῆϲ ἀπὸ τοῦ κρέαϲ καὶ οὐδέτερον ὂν περιϲπᾶται. 491d. lo. Al. 10,5 et 11, 1: τὸ κῆροϲ καὶ ἦροϲ ἐκ τοῦ κέαροϲ καὶ ἔαροϲ ϲυναλήλιπται, ὁμοίωϲ καὶ αἱ δοτικαὶ κῆρι καὶ ἦρι. 491e. lo. Al. 19, 33: τὸ φρεάτων ϲυναιρεθὲν ἐν τῇ παραληγούϲῃ ὀφείλει βαρύνεϲθαι· εἴπομεν γὰρ ὡϲ ἡ βαρεῖα καὶ ὀξεῖαεἰϲ ὀξεῖαν ϲυναιροῦνται· νῦν δὲ παραλόγωϲ περιϲπᾶται ϲυνεξελθὸν τῷ Κρητῶν θητῶν καὶ τοῖϲ ὁμοίοιϲ.