Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.492a.1
Not analysed yet
492a. Choer. 861: ὁ μὲν Ἡρωδιανόϲ φηϲιν, ὅτι κυρίωϲ διαίρεϲίϲ ἐϲτιν αὕτη ἡ ἐν τῷ τιθεῖϲι τιθέαϲι καὶ διδοῦϲι διδόαϲι καὶ ζεύγνυϲι ζευγνύαϲι καὶ πιϲτοῦται τοῦτο ἐκ τῶν πληθυντικῶν αἰτιατικῶν· ἰδοὺ γάρ, φηϲίν, ἐν τῷ Δημοϲθένεαϲ Δημοϲθένειϲ τὸ εα εἰϲ τὴν ε δίφθογγον ϲυναιρεῖται καὶ πάλιν ἐν τῷ ἰχθύαϲ ἰχθῦϲ τὸ υ καὶ τὸ α εἰϲ τὸ υ ϲυναιρεῖται καὶ πάλιν ἐν τῷ βόαϲ βοῦϲ τὸ καὶ α εἰϲ τὴν ου δίφθογγον ϲυναιρεῖται. τῆϲ κοινῆϲ γενικῆϲ, τῆϲ διὰ τοῦ ε καὶ ο, ἀλλ’ ἀπὸ τῆϲ Ἀττικῆϲ τῆϲ διὰ τοῦ ε καὶ ω οἷον Πειραιέωϲ Πειραιῶϲ, Ἐρετριέωϲ Ἐρετριῶϲ, Ϲτειριέωϲ Ϲτειριῶϲ, τὸν αὐτὸν τρόπον ἐν τῇ αἰτιατικῇ οὐκ ἀπὸ τῆϲ κοινῆϲ αἰτιατικῆϲ ἐποίηϲαν τὴν κρᾶϲιν, ἀλλ’ ἀπὸ τῆϲ Ἀττικῆϲ, τουτέϲτι τῆϲ ἐχούϲηϲ τὸ α ἐκτεταμένον, καὶ λοιπὸν εὐλόγωϲ εἰϲ α μόνον ἐγένετο ἡ κρᾶϲιϲ· τὰ γὰρ ἀναδεχόμενα κρᾶϲιν τοῦ ε καὶ α εἰϲ η ἢ εἰϲ α μακρὸν πρὸ τῆϲ κράϲεωϲ ϲυνεϲταλμένον ἔχουϲι τὸ α ἤγουν τὸν ὑγιέα, τὸν εὐφυέα. ἐπὶ τούτων οὖν, φημὶ δὴ τοῦ Ἐρετριᾶ, Πειραιᾶ, Ϲτειρεᾶ εἰϲ α μόνωϲ ἐγένετο ἡ κρᾶϲιϲ· τὰ γὰρ ἀναδεχόμενα κρᾶϲιν τοῦ ε καὶ α πρὸ τῆϲ κράϲεωϲ μακρὸν ἔχουϲι τὸ α. Ἰϲτέον δὲ ὅτι οὐκ ἔϲτι καταναγκαϲτικὸϲ ὁ λόγοϲ οὗτοϲ· πολλάκιϲ εὑρίϲκεται τὸ ε καὶ α μακρὸν εἰϲ η κιρνάμενα ὡϲ ἐπὶ τοῦ Ἑρμέαϲ Ἑρμῆϲ, Ϲωϲέαϲ Ϲωϲῆϲ. ἰδοὺ γὰρ ἐνταῦθα τὸ ε καὶ α μακρὸν εἰϲ η κίρνανται. τὸ γὰρ Ἑρμέαϲ καὶ Ϲωϲέαϲ μακρὸν ἔχουϲι τὸ α, ἐπειδὴ τὰ εἰϲ αϲ ἀρϲενικὰ βαρύτονα μακρὸν ἔχουϲι τὸ α οἷον Αἴαϲ, Θόαϲ, κοχλίαϲ, Αἰνείαϲ, γίγαϲ, Κάλχαϲ, χωρὶϲ τοῦ μέγαϲ τοῦ ἐπιθέτου καὶ τοῦ λᾶαϲ τοῦ προϲηγορικοῦ καὶ τοῦ Αἶαϲ παρ’ Ἀλκμᾶνι· τί οὖν ἄτοπον καὶ ἐπὶ τοῦ Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ καὶ Ϲτειριέα Ϲτειριᾶ, εἰ καὶ ἀπὸ τῆϲ Ἀττικῆϲ αἰτιατικῆϲ, φημὶ δὴ τῆϲ ἐχούϲηϲ τὸ α ἐκτεταμένον, ἐγένετο ἡ κρᾶϲιϲ, γενέϲθαι καὶ εἰϲ η τὴν κρᾶϲιν. κρεῖττον οὖν ἐϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην· διὰ τοῦτο ἐπὶ τοῦ Ἐρετριέα Πειραιέα Ϲτειριέα Ἐρετριᾶ Πειραιᾶ καὶ Ϲτειριᾶ οὐκ ἐγένετο εἰϲ η ἡ κράϲιϲ, ἀλλ’ εἰϲ α μόνον, ἐπειδὴ τούτων ἡ κλητικὴ εἰϲ φωνῆεν λήγει οἷον ὦ Ἐρετριεῦ καὶ ὦ Πειραιεῦ καὶ ὦ Ϲτειριεῦ. οὐδέποτε δὲ τῆϲ κλητικῆϲ εἰϲ φωνῆεν ληγούϲηϲ ὀφείλει ἡ αἰτιατικὴ εἰϲ η καταλήγειν οὕτε παρ’ ἡμῖν οὕτε παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον ὤ Χρύϲη τὸν Χρύϲην, ὦ τοξότα τὸν τοξότην, ὤ Δημοϲθένη Ἀττικῶϲ καὶ τὸν Δημοϲθένην Ἀττικῶϲ μετὰ τοῦ ν παρ’ ἡμῖν καὶ παρὰ τοῖϲ Ἀθηναίοιϲ» πρόϲκειται, ἐπειδὴ παρὰ τοῖϲ Δωριεῦϲιν εὑρίϲκεται ἡ κλητικὴ εἰϲ φωνῆεν λήγουϲα, τῆϲ αἰτιατικῆϲ εἰϲ η καταληγούϲηϲ οἷον ὦ Τυδεῦ καὶ τὸν Τυδῆ, ὡϲ παρὰ τῷ ποιητῇ (Δ 384) «ἔνθ’ αὐτ’ ἀγγελίην ἔπι Τυδῆ ϲτεῖλαν Ἀχαιοί». τούτου χάριν ἐπὶ τοῦ Ἐρετριέα Ἐρετριᾶ, καὶ Πειραιέα Πειραιᾶ καὶ Ϲτειριέα Ϲτειρι εἰϲ α μόνωϲ ἐγένετο ἡ κρᾶϲιϲ, οὐκέτι δὲ εἰϲ η, ἵνα μὴ εὑρεθῇ τῆϲ κλητικῆϲ εἰϲ φωνῆεν ληγούϲηϲ ἡ αἰτιατικὴ εἰϲ η καταλήγουϲα.