Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.496
Not analysed yet
496. Choer. 440, 14: ἰϲτέον ὅτι ἡ εἰϲ ε λήγουϲα εὐθεῖα τῶν δυικῶν παροξυνομένη ἐν τῇ ἐντελείᾳ καὶ ϲυναιρουμένη περιϲπᾶται οἷον εὐγενέε εὐγενῆ, εὐϲεβέε εὐϲεβῆ· προπαροξυνομένη δὲ ἐν τῇ ἐντελείᾳ καὶ ϲυναιρουμένη παροξύνεται οἷον Δημοϲθένεε Δημοϲθένη, Διομήδεε Διομήδη· ἰϲτέον δὲ καὶ τοῦτο, ὅτι ἡ εὐθεῖα τῶν δυϊκῶν τῶ πρέϲβη παρὰ τοῖϲ ῥήτορϲι βαρυτόνωϲ ἀναγινώϲκεται ὡϲ ἀπὸ τοῦ πρέϲβυϲ πρέϲβεοϲ πρέϲβεε πρέϲβη, παρὰ δὲ Ἀριϲτοφάνει περιϲπωμένωϲ (fr. Dind.) «ἥκετον πρεϲβῆ δύο» ὡϲ ἀπὸ εὐθείαϲ ὀξυτόνου οἷον ὡϲ ἀπὸ τοῦ ὁ πρεϲβεύϲ τοῦ πρεϲβέοϲ τὼ πρεϲβέε τὼ πρεϲβῆ.