Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.495.1
Not analysed yet
495. Choer. Dict. 164, 12: Δεῖ γινώϲκειν ὅτι ἐν μὲν τοῖϲ δυϊκοῖϲ τὰ δύο εε εἰϲ η κίρνανται οἶον Δημοϲθένεε Δημοϲθένη, Διομήδεε Διομήδη, ἐν δὲ τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ει δίφθογγον οἷον Δημοϲθένεεϲ Δημοϲθένειϲ, Διομήδεεϲ Διομήδειϲ, ϲπανίωϲ δὲ καὶ ἐν τοῖϲ δυϊκοῖϲ, ἀλλ’ εὑρίϲκονται τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον κιρνάμενα οἷον ταρίχεε ταρίχει, πόλεε πόλει, ὡϲ παρ’Αἰϲχίνῃ τῷ Ϲωκρατικῷ «τούτω τὼ πόλει» (λέγει δὲ περὶ Ἀθηνῶν καὶ Λακεδαιμονίων) καὶ ἐν τοῖϲ πληθυντικοῖϲ εἰϲ η οἷον ἱππέεϲ ἱππῆϲ, καὶ βαϲιλέεϲ βαϲιλῆϲ. ταῦτα δὲ Ἀττικά εἰϲι καὶ ἐπὶ μόνων τῶν εἰϲ ευϲ τοῦτο ποιοῦϲιν οἱ Ἀττικοί, φημὶ δὴ τὸ κιρνᾶν τὰ δύο εε εἰϲ η ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν. Καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἐν μὲν τοῖϲ δυϊκοῖϲ τὰ δύο εε εἰϲ η κιρνῶνται, ἐν δὲ τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ει δίφθογγον. ἀπολογούμεθα οὖν ἡμεῖϲ περὶ τούτων οὕτωϲ· τὸ ι χαρακτηριϲτικόν ἐϲτι τῆϲ εὐθείαϲ τῶν πληθυντικῶν ,ο μὴν τῆϲ εὐθείαϲ τῶν δυικῶν οἷον φίλοι, Ὅμηροι, κοχλίαι, Αἰνεῖαι. ἐπειδὴ οὖν τὸ ι χαρακτηριϲτικόν ἐϲτι τῆϲ εὐθείαϲ τῶν πληθυντικῶν, εὐλόγωϲ οὖν ἐν τοῖϲ πληθυντικοῖϲ τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον κίρνανται, ἐν δὲ τοῖϲ δυϊκοῖϲ εἰϲ τὸ η, ἐπειδή, εἰ ἐγένετο τῶν δύο εε κρᾶϲιϲ εἰϲ τὴν ει δίφθογγον ἐν τοῖϲ δυϊκοῖϲ, εὑρίϲκεται τὸ ι ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ, ὅπερ ἐϲτὶ γνήϲιον, ὡϲ εἴρηται, τῆϲ εὐθείαϲ τῶν πληθυντικῶν. τούτου χάριν ἵνα μὴ εὑρεθῇ τὸ ι τελικὸν ἐπὶ τῆϲ εὐθείαϲ τῶν δυϊκῶν, οὐκ ἐγένετο ἡ κρᾶϲιϲ τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον, ἀλλ’ εἰϲ τὸ η. ἔϲτιν οὖν εἰπεῖν καὶ ἑτέραν τοιαύτην ἀπολογίαν· οὐδέποτε εὑρίϲκεται ἐν ἀρϲενικοῖϲ ὀνόμαϲι εὐθεῖα δυικῶν εἰϲ οἱανδήποτε δίφθογγον λήγουϲα οἶον τὼ Αἴαντε, τὼ λέβητε, τὼ Ἀτρείδα, τὼ Ὀρέϲτα. ὅθεν καὶ ἐπὶ τῆϲ εἰϲ α καὶ εἰϲ ω ληγούϲηϲ δοτικῆϲ τῶν ἑνικῶν, δηλονότι μετὰ τοῦ ι οὔϲηϲ, ἡ εὐθεῖα τῶν δυικῶν οὐκ ἔχει τὸ ι προϲγεγραμμένον οἷον τῷ κοχλίᾳ τ κοχλία, τῷ ὁμήρῳ τ ὁμήρω. τούτων οὖν χάριν ἐν τοῖϲ δυϊκοῖϲ οὐ κίρνανται τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον. πρόϲκειται ἀνωτέρω «έν ἀρϲενικοῖϲ ὀνόμαϲιν »διὰ τὸ ταρίχεε ταρίχει, πόλεε πόλει· ταῦτα γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται. ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἀρϲενικά, ἀλλὰ τὸ μὲν οὐδέτερον, τὸ δὲ θηλυκόν, ἄλλωϲ τε δὲ καὶ ϲπάνιά εἰϲιν, ἅτινα οὐκ ἔρρωνται εἰϲ κανόνα. ἔϲτι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· ἡ εὐθεῖα τῶν πληθυντικῶν πλείοϲι φωνήεϲι κέχρηται πολλάκιϲ ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν δυικῶν οἷον τὼ ὁμήρω οἱ ὅμηται τῶ κοχλία οἱ κοχλίαι. ἰδοὺ ἡ εὐθεῖα τῶν πληθυντικῶν δύο ἔχει φωνήεντα, τῆϲ εὐθείαϲ τῶν δυικῶν ἕν φωνῆεν ἐχούϲηϲ. εἰκότωϲ οὖν ἐν μὲν τοῖϲ πληθυντικοῖϲ τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον κίρνανται, ἐν δὲ τοῖϲ δυϊκοῖϲ εἰϲ τὸ η, ἵνα πλείονα ϲχῇ φωνήεντα ἡ εὐθεῖα τῶν πληθυντικῶν τῆϲ εὐθείαϲ τῶν δυικῶν. ἡ γὰρ ει δίφθογγοϲ δύο φωνήεντά εἰϲι, τὸ δὲ η ἕν ἐϲτιν. ἔϲτι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν ταύτην· ἡ εὐθεῖα τῶν δυικῶν μείζονι χρόνῳ κέχρηται πολλάκιϲ ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν πληθυντικῶν οἷον τὼ ὁμήρω οἱ ὅμηροι· τὸ ω μεῖζόν ἐϲτι τῆϲ οι διφθόγγου. τὰ Μηδεία αἱ Μήδειαι, τὸ α τὸ φύϲει μακρὸν μεῖζόν ἐϲτι τῆϲ αι διφθόγγου. ἐπεὶ οὖν καὶ τὸ η μεῖζόν ἐϲτι τῆϲ ει διφθόγγου, εἰκότωϲ ἐν μὲν τοῖϲ δυικοῖϲ τὰ δύο εε εἰϲ η κίρνανται, ἐν δὲ τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ει δίφθογγον, ἵνα εὑρεθῇ μείζονα χρόνον ἔχουϲα ἡ εὐθεῖα τῶν δυικῶν ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν πληθυντικῶν. ὅτι δὲ τὸ η μεῖζόν ἐϲτι τῆϲ ει διφθόγγου, δῆλον ἐντεῦθεν· ὤϲπερ ὁ εἰϲ ϲτρατιώτηϲ ὁ δυνάμενοϲ ἔργον δύο ϲτρατιωτῶν ποιῆϲαι ἰϲχυρότεροϲ ἐκείνων ἐϲτί, καὶ τὸν αὐτὸν τρόπον καὶ τὸ ἓν φωνῆεν ποιοῦν ἔργον, δ δύναται δύο φωνήεντα ποιῆϲαι, ίϲχυρότερον ἐκείνων ἐϲτίν· ὅπερ γὰρ ἡ ει δίφθογγοϲ ποιεῖ, τοῦτο καὶ τὸ η μόνον ποιεῖ. καὶ γὰρ ἡ ει δίφθογγοϲ φύϲει μακρὰν ἀποτελεῖ τὴν ϲυλλαβὴν καὶ τὸ η δὲ ὡϲαύτωϲ.