Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.501
Not analysed yet
501. Choer. 509, 14. διὰ τοῦτο ἐν τῷ ποιεῖτε τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον ἐκράθηϲαν καὶ οὐκ εἰϲ τὸ η, ἐπειδὴ τὰ εἰϲ μὲν καὶ εἰϲ τε τὰ ἴϲα φωνήεντα θέλουϲιν ἔχειν κατὰ τὴν παραλήγουϲαν οἷον τύπτομεν τύπτετε ἐτύψαμεν ἐτύψατε, βοῶμεν βοᾶτε, ἐτύφθημεν ἐτύφθητε, χρυϲοῦμεν χρυϲοῦτε. εἰ οὖν τὸ ποιοῦμεν διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν παραλήγουϲαν, δηλονότι ἀναγκάζεται καὶ τὸ ποιεῖτε διὰ δύο φωνηέντων ἐκφερεϲθαι κατὰ τὴν παραλήγουϲαν ,καὶ δῆλον ὅτι εἰϲ τὴν ει δίφθογγον ἐγένετο ἡ κρᾶϲιϲ καὶ οὐκ εἰϲ τὸ η.