Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.502
Not analysed yet
502. Choer. 528. 20. διὰ τοῦτο ἐν τῷ ἐποίειϲ τά δύο εε εἰϲ τὴν ει δίφθογγον ἐκράθηϲαν καὶ οὐκ εἰϲ τὸ η, ἐπειδὴ καθόλου ἐπὶ τῶν παρῳχημένων τῶν ὁριϲτικῶν τὰ δεύτερα καὶ τρίτα πρόϲωπα τῶν ἑνικῶν τὰ ἴϲα φωνήεντα θέλουϲιν ἔχειν κατὰ τὴν λήγουϲαν τῶν ἰδίων πρώτων προϲώπων, ἡνίκα ἰϲοϲυλλαβοῦϲιν αὐτά, οἷον ἔτυπτον ἔτυπτεϲ ἔτυπτε, τέτυφα τέτυφαϲ τέτυφε, ἔτυψα ἔτυψαϲ ἔτυψε, ἐτύφθην ἐτύφθηϲ ἐτύφθη, ἐβόων ἐβόαϲ ἐβόα, ἐπεποιήκειν ἐπεποιήκειϲ ἐπεποιήκει, ἐχρύϲουν ἐχρύϲὸυϲ ἐχρούϲου, Ἵδρουν ἵδρουϲ ἵδρου. εἰ οὗν τὸ ἐποίουν διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν λήγουϲαν, δηλονότι καὶ τὸ ἐποίειϲ καὶ ἐποίει ἀναγκάζονται διὰ δύο φωνηέντων ἐκφέρεϲθαι κατὰ τὴν λήγουϲαν, ἵνα εὑρεθῶϲι τὰ ἴϲα φωνήεντα ἔχοντα κατὰ τὴν λήγουϲαν τῷ ἰδίῳ πρώτῳ πρωϲώπῳ, καὶ τούτου χάριν εἰϲ τὴν ει δίφθογγον ἐγένετο ἡ κρᾶϲιϲ καὶ οὐκ εἰϲ τὸ η.