Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.508
Not analysed yet
508. Choer. Dict. 246, 7: τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ τινεϲ μὲν ἔδοξαν ἀπὸ ϲυναιρέϲεωϲ εἷναι οἷον ἐκ τοῦ θυγατριδεόϲ. ἀδελφιδεόϲ, τινὲϲ δὲ ἐκ τοῦ ἐναντίου δοξάζουϲιν, ὅτι κατὰ διάλυϲιν ἐγένοντο οἷον ἀπὸ τοῦ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ κατὰ διάλυϲιν τῆϲ ου διφθόγγου, λέγοντεϲ ὅτι οὐ δύναται τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ ἀπὸ τοῦ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ γενέϲθαι κατὰ κρᾶϲιν, ἐπειδὴ ἡ βαρεῖα καὶ ἡ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυναιροῦνται οἷον ζωόϲ ζώϲ, ἑϲταώϲ ἑϲτώϲ, Νηρηΐϲ Νηρῄϲ, Βριϲηΐϲ Βριϲῄϲ. πῶϲ οὖν τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ, εἰ ἐγένοντο ἀπὸ τοῦ ἀδελφιδὲόϲ καὶ θυγατριδὲόϲ, περιϲπῶνται καὶ οὐκ ὀξύνονται, ὤφειλον γὰρ ἀπὸ βαρείαϲ καὶ ὀξείαϲ ϲυναιρεθέντα ὀξύνεϲθαι καὶ μὴ περιϲπᾶϲθαι. ἐϲτιν οὖν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀδελφιδὲόϲ καὶ θυγατριδὲόϲ γεγόναϲι τὸ ἀδελφιδοῦϲ κατὰ κρᾶϲιν καὶ θυγατριδοῦϲ. οὐδὲ γὰρ δυνάμεθα λέγειν ὅτι τοὐνανπεῖν, ἀπὸ τοῦ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ γεγόναϲι τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ κατὰ διάλυϲιν τῆϲ ου διφθόγγου εἰϲ τὸ ο καὶ ε, ἐπειδή, ὥϲ φηϲιν Ἡρωδιανόϲ, οὐδέποτε εὐθεῖα διαλέλυται· τὸ γὰρ εἰϲ ἕειϲ κατὰ πλεοναϲμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη. ἄρα οὖν οὐδὲ τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ δύναται διάλυϲιν ἀναδέξαϲθαι καὶ ποιῆϲαι τὸ αδελφιδεόϲ καὶ θυγατριδεόϲ. πρὸϲ δὲ τοὺϲ λέγονταϲ, ὅτι εἰ ἐγένοντο τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ ἀπὸ τοῦ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ, ὤφειλον ὀξύνεϲθαι, λέγομεν ὅτι πρὸϲ τὸν χαρακτῆρα περιϲπῶνται. τὰ γὰρ εἰϲ ουϲ ὀνόματα ἀποϲτρέφονται τὴν ὀξεῖαν τάϲιν καὶ ἢ βαρύνονται ἢ περιϲπῶνται. καὶ περιϲπῶνται μέν, ἡνίκα ὦϲιν ἁπλᾶ οἷον βοῦϲ νοῦϲ χροῦϲ χαλκοῦϲ οὖϲ διπλοῦϲ, τριπλοῦϲ ἁπλοῦϲ Ϲιμοῦϲ πλακοῦϲ χωρὶϲ τοῦ πούϲ καὶ ὀδούϲ. ταῦτα γὰρ ὀξύνονται· βαρύνονται δέ, ἡνίκα ὦϲι ϲύνθετα οἷον εὔχρουϲ, εὔπλουϲ, Ἀλκίνουϲ, Οἰδίπουϲ· ἐπειδὴ οὖν τὸ θυγατριδοῦϲ καὶ ἀδελφιδοῦϲ ἁπλᾶ εἰϲιν, εὐλόγωϲ περιϲπῶνται.