Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.509
Not analysed yet
509. Choer. 247, 5: ἄξιόν ἐϲτι ζητῆϲοι, εἰ ἄρα τὰ ἀπὸ ὀξείαϲ καὶ δύο βαρειῶν ϲυναιρούμενα εἰϲ ὀξεῖαν καὶ βαρεῖαν ϲυναιροῦνται οἷον Δημοϲθένεοϲ Δημοϲθένουϲ, Πολυδεύκεα Πολυδεύκη, τείχεα τείχη, βέλεα βέλη, διατί τὸ χάλκεοϲ χαλκοῦϲ καὶ χρύϲεοϲ χρυϲοῦϲ καὶ ἀργύρεοϲ ἀργυροῦϲ, ἀπὸ ὀξείαϲ καὶ δύο βαρειῶν ϲυναιρεθέντα οὐ ϲυνῃρέθηϲαν εἰϲ ὀξεῖαν καὶ βαρεῖαν, ἀλλ’ εἰϲ περιϲπωμένην. ἔϲτιν οὖν εἰπεῖν, ὅτι πρὸϲ τὸν χαρακτῆρα περιεϲπάϲθηϲαν. τὰ γὰρ εἰϲ ουϲ ὀνόματα ἁπλᾶ περιϲπῶνται.