Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.511
Not analysed yet
511. Choer. 195, 15: ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὰ εἰϲ ιϲ διὰ τοῦ εοϲ κλινόμενα οὐ ϲυναιροῦνται κατὰ τὴν γενικὴν καὶ γίνονται εἰϲ ουϲ οἶον ὄφιϲ ὄφεοϲ, μάντιϲ μάντεοϲ, οὐδὲ γὰρ γίνονται ὄρουϲ καὶ μάντουϲ ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι οὐδέποτε γενικὴ εἰϲ ουϲ λήγουϲα γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ οἷον Δημοϲθένηϲ Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδηϲ Διομήδεοϲ Διομήδουϲ, τεῖχοϲ τείχεοϲ τείχουϲ, βέλοϲ βέλεοϲ βέλουϲ. ἐπειδὴ οὖν τὰ εἰϲ ιϲ διὰ τοῦ εοϲ κλινόμενα κλίνονται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ οἷον ὄφεωϲ μάντεωϲ, τούτου χάριν οὐ δύναται κρᾶϲιν ἀναδέξαϲθαι κατὰ τὴν γενικὴν καὶ γενέϲθαι εἰϲ ουϲ. ἄλλωϲ τε δὲ οὐδ’ ἐϲτὶ γνήϲιον ἐπὶ τούτων τὸ ε τῆϲ κλίϲεωϲ· ὄριοϲ γὰρ ἦν καὶ μάντιοϲ καὶ Ἀττικῶϲ γέγονεν ὄφεωϲ μάντεωϲ καὶ κατὰ ϲυϲτολὴν ὄφεοϲ καὶ μάντεοϲ διὰ τοῦ ο.