Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.510
Not analysed yet
510. Choer. 528, 10: τοῦ ἐποίουν τὸ ἐντελὲϲ ἦν ἐποίεον καὶ λοιπὸν κατὰ κρᾶϲιν τοῦ ἕ καὶ ο εἰϲ τὴν ου δίφθογγον γίνεται ἐποίουν ὥϲπερ χάλκεοϲ χαλκοῦϲ· τὸ γὰρ ἕ καὶ ο εἰϲ τὴν ου δίφθογγον κιρνᾶται παρ’ ἡμῖν. πρόϲκειται «παρ’ ἡμῖν», ἐπειδὴ παρὰ τοῖϲ Δωριεῦϲι καὶ Ἴωϲιν εἰϲ τὴν ευ δίφθογγον κιρνᾶται οἶον ἐποίεον ἐποίευν.