Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.513
Not analysed yet
513. Choer. 670, 27 :ποιοῦμαι ποιεῖται καὶ κατ’ ἀποβολὴν τοῦ τ γίνεται ποιεῖαι καὶ κατ’ ἀποβολὴν τοῦ ι γίνεται ποιέαι καὶ κράϲει τοῦ εαι εἰϲ η ποιῇ περιϲπωμένωϲ· τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ οὐδέποτέ τοῦ ι μέϲου ὄντοϲ ϲυναίρεϲιϲ γίνεται τῶν φωνηέντων· ἀμέλει ἐν «τῶ ἐμῷ» πρῶτον ἀποβάλλεται τὸ ι τοῦ τῷ ἄρθρου καὶ οὕτω γίνεται ἡ κρᾶϲιϲ· καὶ γὰρ τὠμῷ ἐϲτίν. ἔϲτι δὲ καὶ ἐκ τοῦ ἐντελοῦϲ τοῦ τρίτου προϲώπου κινῆϲαι, φημὶ δὲ τὸ ποιῇ· ἔϲτι γὰρ τὸ ἐντελὲϲ τρίτου προϲώπου ποιέεται καὶ κατὰ ἀποβολὴν τοῦ τ γίνεται ποιέεαι καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ αι εἰϲ τὴν ῃ γίνεται ποιέῃ ὡϲ τύπτεαι τύπτῃ καὶ κατὰ κρᾶϲιν τοῦ ἑ καὶ τῆϲ ῃ διφθόγγου τῆϲ διὰ τοῦ η καὶ ι εἰϲ τὴν ῃ δίφθογγον ποιῇ.