Ancient Greek
437.514 to 437.514a
Aelius Herodianus, Περὶ παθῶν 437.514-514a
Not analysed yet
514. E. M. 392, 15: εὔκλεια. ὡϲ εὐγενήϲ εὐγένεια, οὕτωϲ εὐκλεήϲ εὐκλέεια καὶ ἐνδεήϲ ἐνδέεια καὶ κράϲει εὔκλεια καὶ ἔνδεια. κρᾶϲιϲ γὰρ ἐπιφερομένου φωνήεντοϲ καὶ οὐ ϲυμφώνου· ὅπου γὰρ φωνῆέν ἐϲτι, καὶ κρᾶϲιϲ, ὅπου δὲ ϲύμφωνον, ϲυγκοπή. Ἡρωδιανὸϲ περὶ παθῶν. 515. Choer. 180, 23: Ἡρακλῆϲ Ἡρακλέουϲ Ἡρακλοῦϲ. ἰϲτέον, ὅτι ἡ Ἡρακλοῦϲ γενικὴ οὐχ εὑρίϲκεται ἐν χρήϲει. 516. E. Gud. 294, 37: καλήζω κατὰ διάλεκτον. οἱ Αἰολεῖϲ τὰ τῆϲ πρώτηϲ ϲυζυγίαϲ διὰ τοῦ η προφέρουϲιν οἷον ἀδικέω οἱ Ἰωνεϲ, οἱ δὲ 512e. Mon. 9, 23: οὐδὲν τῶν εἰϲ ων ὀξυτόνων διὰ τοῦ ἑῶν καὶ αων λέγεται, τὸ δὲ Ποϲειδῶν εἴρηται καὶ Ποϲειδέων καὶ Ποϲειδάων. 514a. Theogn. 65, 18, Choer. Orth. 208, 28: ἁπὸ τοῦ δέοϲ παρωνύμωϲ γέγονε δεινόϲ ὡϲ κλέοϲ κλεεινόϲ καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ τῆϲ ει δεινόϲ.