Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.514b
Not analysed yet
514b. lo. Al. 15, 16: αἱ γενικαὶ τῶν δυικῶν εἰϲ οιν λήγουϲαι ἀπὸ τῶν ὑπὲρ δύο ϲυλλαβὰϲ εὐθειῶν πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον Αἴαντε Αἰάντοιν, Πάριδε Παρίδοιν. εἰ δὲ ϲυναλοιφὴ παρακολουθήϲῃ, καὶ αὗται περιϲπῶνται, ϲκελέοιν ϲκελοῖν, Δημοϲθενέοιν Δημοϲθενοῖν. Αἰλεῖϲ ἀδικήω οἷον «ὦ Ψάπφ’ ἀδικήει »(Sapph. I20) ποθέω ποθήω οἷον «καὶ ποθήω καὶ μάομαι», οὕτωϲ οὖν παρὰ μὲν Ἴωϲι καλέω, παρὰ δ’ Αἰολεῦϲι καλήω, παρὰ δὲ Κυπρίοιϲ καλήζω τοῦτ’ ἔϲτι τὸ λέγω· τοῦτο δὲ ἡγοῦνται κατὰ ϲυγκοπὴν γεγονέναι κλῄζω. οὐκ ἔϲτι δέ. εὑρίϲκομεν γὰρ αὐτὸ ϲὺν τῷ ι. ἀλλ’ ἀπὸ τοῦ κλέοϲ κλείζω καὶ κληίζω καὶ κλῄζω ὡϲ χρέοϲ χρείζω χρηίζω καὶ χρήζω. τὸ δὲ κληδών οὐκ ἔχει τὸ ι, ἐπειδὴ οὐκ ἔϲτιν ἀπὸ τοῦ κληΐζω, ἀλλὰ ἀπὸ τοῦ κλῶ τοῦ ϲημαίνοντοϲ τὸ καλῶ γέγονε κλήϲω καὶ κληδών. οὕτωϲ Ἡρωδιανὸϲ περὶ παθῶν.