Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.516e
Not analysed yet
516e. II, Pr. Μ 202: ὑψιπέτηϲ. Ἀρίϲταρχοϲ ἐβάρυνεν εὑρὼν τὸ «ὠκυπέτα χρυϲέῃϲιν ἐθείρῃϲιν (ll. H 42) οὕτωϲ κεκλιμένον. ὡϲεὶ καὶ ἀπὸ τοῦ παντοπώληϲ παντοπῶλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων· ὑψιπέταϲ γὰρ εὺρέθη κατὰ τροπὴν τοῦ η εἰϲ τὸ α, ὅπερ ζητεῖ καὶ ἡ κλίϲιϲ καὶ ἡ βαρεῖα τάϲιϲ· τινὲϲ μέντοι ἐτόλμηϲαν ὡϲ τὸ «τιμῆϲ ἔϲεται» (Il. l 605), οὕτωϲ ὑψιπετήειϲ ὑψιπετῆϲ. ἀλλ’ ἐπὶ μὲν τοῦ τιμῆϲ εὕρομεν αἰτιατικὴν «καὶ χρυϲὸν τιμῆντα »(ΙΙ. Ϲ 475), ἥτιϲ ἐδίδαϲκε τὸ τῆϲ εὐπέταϲ` πάθοϲ· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείϲθημεν τῷ Ἀλριϲτάρχῳ.