Ancient Greek
437.516f to 437.517a
Aelius Herodianus, Περὶ παθῶν 437.516f-517a
Not analysed yet
516f. lo. Al. 40, 26: ὁ μῶν παρ’ Ἀθηναίοιϲ διαπορητικὸϲ ὢν περιϲπᾶται· ἀπὸ γὰρ τοῦ μὴ καὶ οὖν ϲύγκειται δωρικώτερον τραπείϲηϲ τῆϲ ου διφθόγγου εἰϲ τὸ ω. 517. E. M. 279, 46: διφῶ ϲημαίνει τὸ ψηλαφῶ· Ἰλιάδοϲ Π (747) τήθεα διφῶν »ζητῶν ἐρευνῶν. Καλλίμαχοϲ «μὴ δ’ ἀπ ἐμεῦ διφᾶτε μέγα ψοφέουϲαν ἀοιδήν »(fr. 165 Bentl.) . παρὰ τὸ πτῶ ἁφή ἁφῶ καὶ διαφῶ καὶ κράϲει διφῶ τὸ τῇ ἁφῇ ὑποβάλλω. τὸ δὲ ἁφῶ Ὄμηρὸϲ «καὶ ἀγκύλα τόξ’ ἁφόωντα »(Z 322). ἐκ δὲ τοῦ ἁφή γίνεται ἁφῶ ἁφάϲϲω ὡϲ αἱμῶ αἱμάϲϲω. 518. Ep. Cr. l 215, 5, E. M. 467, 57: ἱερόc. κατὰ κρᾶϲιν ἱρόϲ· ἡνίκα προτερεύει τοῦ ι τὸ ε, εἰϲ ι γίνεται ἡ κρᾶϲιϲ οἷον ἱέραξ ἵραξ «ὥϲτ’ ἴρηξ ὠκυπέτηϲ »(Ν 62), ἡνίκα δὲ ἐν διφθόγγῳ ἐϲτί, τότε ἡ ει δίφθογγοϲ ἐπικρατεῖ οἷον ὑγίεια ὑγεία. 517a. ll. Pr. K 292: νιν ὡϲ μῆνιν. —τάχα οὖν καὶ ἦνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικὸν «ἤνιϲ ηκέϲταϲ »(ll. 99) καὶ γὰρ πόλιϲ λέγουϲι καὶ πόλἵν καὶ μάντιϲ καὶ μάντἴν.