Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.523
Not analysed yet
523. Choer. 195, 32 coll. 240, 15: ἄξιόν ἐϲτι ζητῆϲαι, διατί ὥϲπερ ἀπὸ τοῦ ὄφιι γίνεται ὄφι κατὰ κρᾶϲιν τῶν δύο ιι εἰϲ ἓν δηλονότι μακρόν, μὴ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Ζεύϲ Διόϲ Διΐ γίνεται Δῖ κατὰ κρᾶϲιν τῶν δύο ιι εἰϲ ἕν μακρόν· ἔϲτιν εὖν εἰπεῖν, ὅτι οὐ δύναται γενέϲθαι ἡ Διΐ δοτικὴ κατὰ κρᾶϲιν τῶν δύο ιι Δῖ, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπ’ ὀνομάτων μονοϲυλλάβων ἐκφωνεῖ τὸ ι.