Ancient Greek
437.519 to 437.522
Aelius Herodianus, Περὶ παθῶν 437.519-522
Not analysed yet
519. Choer. 196, 26: τὼ ὄφιε κατὰ τὴν ἀκρίβειαν οὐ δύναται κρᾶϲιν ἀναδέξαϲθαι τοῦ ι καὶ ε εἰϲ τὸ ι, ἐπειδὴ τὸ ι οὐκ ἔϲτι τελικὸν τῆϲ ἰδίαϲ εὐθείαϲ τῶν δυικῶν. 520. Excerpt. E. Or. 186, 13: δῖοϲ τὸ ἐπίθετον κτητικῷ τύπῳ ἀπὸ τῆϲ Διόϲ γενικῆϲ δίϊοϲ ἐϲτὶ καὶ ϲυναλοιφῇ δῖοϲ· διὸ καὶ μακρὸν τὸ ι. οὕτωϲ Ἡρωδίανόϲ. 521. E. M. 271, 3: Δίαϲ· ὡϲ ἀπὸ τοῦ δράκων δράκοντοϲ δρακοντίαϲ. οὕτω καὶ ἀπὸ τοῦ Διόϲ γίνεται Διίαϲ καὶ κράϲει Δίαϲ. 522. Choer. Orth. 192, 16, E. M. 275, 6: διίφιλοϲ ὥϲπερ παρὰ τὴν Ἄρηϊ δοτικὴν γίνεται ἀρηΐφιλοϲ, οὕτω καὶ παρὰ τὸ Διΐ διίφιλοϲ καὶ κράϲει τῶν δύο ιι εἰϲ ι μακρὸν Δίφιλοϲ.