Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.528
Not analysed yet
528. Choer. 395, 22: τὸ «πεδία λωτεῦντα» (Μ 285) ἐὰν ἀπὸ τοῦ λωτόεντα εἴπωμεν λωτοῦντα ἤμελλεν εἶναι διὰ τῆϲ ου διφθόγγου· τὸ γὰρ ο καὶ ἑ οὐδέποτε εἰϲ τὴν ευ δίφθογγον κίρναται, ἀλλ’ εἰϲ τὴν ου οἷον τὸ ἐμόν τοὐμόν, προέϲτη προὔϲτη, προέβη προὔβη· ἀλλὰ λέγομεν ὅτι ἀπὸ τοῦ λωτόεντα καθ’ ὑπερβιβαϲμὸν τοῦ ε γέγονε λωτέοντα καὶ κατὰ κρᾶϲιν Δωρικὴν ἢ Ἰωνικὴν τοῦ ε καὶ ο εἰϲ τὴν ευ δίφθογγον λωτεῦντα, ὤϲπερ Ἐρέβεοϲ Ἐρέβευϲ «ἐξ Ἐρέβευϲ ἄξοντα κύνα ϲτυγεροῦ Ἀΐδαο »(Θ 368).