Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.529
Not analysed yet
529. Choer. 242, 10: ἰϲτέον ὅτι κατὰ κρᾶϲιν τοῦ ο καὶ ἑ εἰϲ τὴν ου δίφθογγον γίνεται βοῦϲ ὥϲπερ οἱ κρείττονεϲ καὶ οἱ ἀρείονεϲ καὶ οἱ βελτίονεϲ οἷον κρείττονεϲ κρείττοεϲ καὶ κρείττουϲ, ἀρείονεϲ ἀρείοεϲ ἀρείουϲ, βελτίονεϲ βελτίοεϲ βελτίουϲ. ἰϲτέον δὲ ὅτι ϲπανία ἐϲτὶν ἡ χρῆϲιϲ τῆϲ βοῦϲ εὐθείαϲ τῶν πληθυντικῶν, μᾶλλον δὲ οἱ βόεϲ εὕρηνται. Choer. 241, 33: ἄξιόν ἐϲτι ζητῆϲαι, διατί, ὥϲπερ ἡ εὐθεῖα τῶν πληθυντικῶν γίνεται κατὰ κρᾶϲιν τοῦ ο καὶ ἕ εἰϲ ου δίφθογγον οἷον βόεϲ βοῦϲ, μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν γίνεται κατὰ κρᾶϲιν τοῦ ο καὶ ἑ εἰϲ τὴν ου δίφθογγον οἷον βόε θοῦ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι οὐ δύναται ἡ εὐθεῖα τῶν δυικῶν γενέϲθαι κατὰ κρᾶϲιν τοῦ ο καὶ ἕ εἰϲ τὴν ου δίφθογγον, ἐπειδή, εἰ ἐγένετο τοῦτο, ἤμελλεν εἰϲ υ καταλήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον, τὸ γὰρ υ οὐκ ἔϲτι τελικὸν τῆϲ εὐθείαϲ τῶν δυικῶν.