Ancient Greek
437.528a to 437.531
Aelius Herodianus, Περὶ παθῶν 437.528a-531
Not analysed yet
528a. Mon. 37, 21: τὸ λουτρόν καὶ τριϲυλλάβωϲ λέγεται λοετρόν «εἰϲ ὅ κε θερμὰ λοετρά »(Ξ 6), ἐπεὶ καὶ τὸ ῥῆμα διϲϲὸν λοέω καὶ λούω «ἀλλ’ ὅτε δή μιν ἐγὼ λόεον »(δ 252). 530. Choer. 530, 27: ἔϲτιν ἐχρύϲοον καὶ κατὰ κρᾶϲιν τῶν δύο οο εἰϲ τὴν ου δίφθογγον γίνεται ἐχρύϲουν ὥϲπερ νόοϲ νοῦϲ· εἶτα τὸ δεύτερον πρόϲωπον ἐχρύϲοεϲ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον γίνεται ἐχρύϲουϲ ὥϲπερ τὸ ἐμόν τοὐμόν. 531. E. M. 608, 18. «νῶϲατο δ· Ὀρφεόϲ» (Apoll. Rhod. IV 1409) ἀντὶ τοῦ ἐπέγνω. ἀπὸ τοῦ νοήϲατο κατὰ κρᾶϲιν τοῦ ο καὶ η εἰϲ ω ὡϲ ὀγδοήκοντα ὀγδώκοντα.