Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.533
Not analysed yet
533. Choer. 244, 21: ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν, ὥϲπερ ἀπὸ τοῦ πλόοϲ γίνεται πλοῦϲ κατὰ κρᾶϲιν τῶν δύο oo εἰϲ τὴν ου δίφθογγον καὶ ἀπὸ τοῦ νόοϲ νοῦϲ καὶ ἀπὸ τοῦ ῥόοϲ ῥοῦϲ, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ γόοϲ καὶ θοόϲ γίνεται κατὰ κρᾶϲιν τῶν δύο οο εἰϲ τὴν ου δίφθογγον γοῦϲ καὶ θοῦϲ. καὶ περὶ μὲν τοῦ γόοϲ ἔϲτιν εἰπεῖν, ὅτι ἔχει ῥῆμα παρακείμενον τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, τῶν ἄλλων μὴ ἐχόντων οἷον πλόοϲ πλέω πλέειϲ, ῥόοϲ ῥέω ῥέειϲ, νόοϲ νοέω νοέειϲ, θρόοϲ θροῶ θροεῖϲ. ἐπειδὴ γοῦν τὸ γόοϲ ἔχει ῥῆμα