Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.533a
Not analysed yet
533a. II Pr. Δ 452: χείμαρροι. Πτολεμαῖοϲ ὁ Ἀϲκαλωνίτηϲ παροξύνει, ἐπεὶ τὸ ἑνικόν ἐϲτι χειμάρρουϲ, Νικίαϲ δὲ ὡϲ εὔζωνοι, καὶ μήποτε πιθανώτερον, ἵνα ἐκ τοῦ χειμάρροοϲ ᾖ γεγονόϲ, εἴγε μᾶλλον ἐντελέ- παρακείμενον τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, γοῶ γὰρ γοᾷϲ, εἰκότωϲ ὡϲ παραλλάξαν τοῦτο πρὸϲ τὰ διὰ τοῦ οοϲ παρήλλαξε καὶ κατὰ τὸ μὴ κίρναϲθαι. περὶ δὲ τοῦ θοόϲ, ὅτι, ἐπειδὴ τῶν διὰ τοῦ οοϲ διϲυλλάβων πάντων βαρυνομένων οἷον πλόοϲ, ῥόοϲ, θρόοϲ, γόοϲ, νόοϲ, τὸ θοόϲ μόνον ὀξύνεται, εἰκότωϲ ὡϲ παραλλάξαν κατὰ τὸν τόνον παρήλλαξε καὶ κατὰ τὴν κρᾶϲιν, καὶ οὐ κίρναται ὁμοίωϲ τοῖϲ ἄλλοιϲ· ἄλλωϲ τε δὲ τὸ ὀφειλόμενον ἐν τῇ ἁπλότητι ἐν τῇ ϲυνθέϲει ἀναδέχεται· ἐν γὰρ τῇ ϲυνθέϲει κίρναται, ἐπειδὴ καὶ βαρύνεται οἷον Πάννθοοϲ Πάνθουϲ.