Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.535
Not analysed yet
535. St. B. 36, 9: Ἄθωϲ ὄροϲ Θράκηϲ. εἴρηται δὲ καὶ Ἄθοοϲ ὡϲ τὸ Κῶϲ Κόοϲ. λέγεται καὶ κατὰ ϲυναίρεϲιν Ἄθουϲ. ϲτερον οἶδε τὸ ἑνικὸν ἐν τῇ ϲυνθέϲει ἤπερ τὸ ϲυναληλιμμένον «ὅϲϲουϲ Ἑλλήϲποντοϲ ἀγάρροοϲ» (Ιl. B 845), «ϲτήῃ ἐπ’ ὠκυρόῳ ποταμῷ »(Ιl. Θ 598), «ἐϲ ποταμὸν εἰλεῦντο βαθύρροον» (Ιl. Φ 8), «ἀψορρόου Ὠκεανοῖο» (Il. Ϲ 399). ϲπανίωϲ δὲ τὸ ἕτερον χειμάρρουϲ κατ’ ὄρεϲφιν ὄπαζεν» (Ιl. 493), «ποταμῷ πλήθοντι ἐοικὼϲ χειμάρρῳ» (Ιl. Θ 87). τὸ μέντοι γε ἁπλοῦν ἀεὶ ἐντελῶϲ ἀποφαίνεται ῥόοϲ «ὤθει δ’ ἐν ϲακέϊ πίπτων ῥόοϲ» (Ιl. Φ 240).