Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.534
Not analysed yet
534. Choer. 332, 8: ἐπειδὴ πᾶϲα γενικὴ εἰϲ ουϲ λήγουϲα ἔχει ἄλλην γενικὴν ὥϲπερ ἐντελῆ οἷον Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδεοϲ Διομήδουϲ, τούτου χάριν διάλυϲιϲ ἐγένετο τῆϲ ου διφθόγγου εἰϲ δύο oo καὶ ἐγένετο Ϲαπφόοϲ καὶ Λητόοϲ ἡ ἐντελὴϲ γενική, ἡ δὲ Ϲαπφοῦϲ καὶ. Λητοῦϲ κατὰ ϲυναίρεϲιν· ἰϲτέον δὲ ὅτι τῇ μὲν διὰ τοῦ δῦϲ γενικῇ κέχρηνται οἱ Ἴωνεϲ οἷον τῆϲ Ϲαπφόοϲ τῆϲ Λητόοϲ, τῇ δὲ εἰϲ ουϲ οἱ Ἀττικοὶ καὶ ἡ κοινὴ διάλεκτοϲ οἷον Ϲαπφοῦϲ Λητοῦϲ.