Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.536
Not analysed yet
536. Choer. 244, 5: τὸ πλακοῦϲ πλακοῦντοϲ καὶ Ϲιμοῦϲ Ϲιμοῦντοϲ γέγονε τοῦτον τὸν τρόπον. ἔϲτι δὲ πλακόειϲ πλακόεντοϲ, Ϲιμόειϲ Ϲιμόεντοϲ καὶ κατὰ κρᾶϲιν τοῦ ἕ καὶ ο εἰϲ τὴν ου δίφθογγον γίνεται πλακοῦϲ καὶ Ϲιμοῦϲ, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ οὐ δύνανται τρία φωνήεντα ἐν μιᾷ ϲυλλαβῇ παραλαμβάνεϲθαι· τὸ γὰρ ο οὐκ ἠδύνατο ἀποβληθῆναι, ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον ϲύμφωνον εὑρίϲκεται ἐπιφερόμενον, ἀλλὰ ωνῆεν οἷον μυῖα ἅρπυια, υἱόϲ. εἰ ἀπεβλήθη οὖν τὸ ο καὶ ἐφυλάχθη ἡ υι δίφθογγοϲ, εὑρίϲκετο μετὰ τὴν υι δίφθογγον ϲύμφωνον ἐπιφερόμενον τὸ ϲ, ὅπερ ἐϲτὶν ἀδύνατον. τὸ δὲ οὐκ ἀπεβλήθη, ἵνα μὴ γένηται ὑπόνοιά τιϲ, ὅτι τὸ ο καὶ ε εἰϲ τὴν ο δίφθογγον κίρνανται τὸ γὰρ ο καὶ ἕ εἰϲ τὴν ου δίφθογγον κίρναται οἷον τὸ ἐμόν τοὐμόν, πρόεϲτι προὖϲτι, προέβη προὔβη. ἐξ ἀναγκῆϲ οὖν ἀπεβλήθη τὸ ι καὶ ἔμεινεν ἡ ου δίφθογγοϲ.